Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.13 Joseph. AJ 10.17 (English) >>Joseph. AJ 10.21

10.16ταῦτʼ ἀναγνοὺς καταφρονεῖ διὰ τὴν ἀπὸ τοῦ θεοῦ πεποίθησιν, τὰς δʼ ἐπιστολὰς πτύξας εἰς τὸν ναὸν ἔσω κατέθετο. πάλιν δὲ τῷ θεῷ τὰς εὐχὰς αὐτοῦ ποιησαμένου περὶ τῆς πόλεως καὶ τῆς ἁπάντων σωτηρίας Ἡσαΐας προφήτης ἐπήκοον αὐτὸν ἔφασκε γεγονέναι καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ πολιορκηθήσεσθαι ὑπὸ τοῦ Σύρου, μέλλοντι πάντων ἀδεεῖς τῶν ὑπʼ αὐτοῦ γενομένων γεωργήσειν μετʼ εἰρήνης καὶ τῶν ἰδίων ἐπιμελήσεσθαι κτημάτων οὐδὲν φοβουμένους. 10.17ὀλίγου δὲ χρόνου διελθόντος καὶ τῶν Ἀσσυρίων βασιλεὺς διαμαρτὼν τῆς ἐπὶ τοὺς Αἰγυπτίους ἐπιβολῆς ἄπρακτος ἀνεχώρησεν ἐπʼ οἴκου διʼ αἰτίαν τοιαύτην· πολὺς αὐτῷ χρόνος ἐτρίβετο πρὸς τὴν Πηλουσίου πολιορκίαν, καὶ τῶν χωμάτων ἤδη μετεώρων ὄντων, πρὸς τοῖς τείχεσιν ἤγειρε, καὶ ὅσον οὔπω μέλλοντος προσβαλεῖν αὐτοῖς, ἀκούει τὸν τῶν Αἰθιόπων βασιλέα Θαρσικὴν πολλὴν ἄγοντα δύναμιν ἐπὶ συμμαχίᾳ τοῖς Αἰγυπτίοις ἥκειν διεγνωκότα ποιήσασθαι τὴν πορείαν διὰ τῆς ἐρήμου καὶ ἐξαίφνης εἰς τὴν τῶν Ἀσσυρίων ἐμβαλεῖν. 10.18ταραχθεὶς οὖν ὑπὸ τούτων βασιλεὺς Σεναχείριμος ἐπὶ τὸν ἱερέα τὸν Ἡφαίστου στρατεῦσαι ἔλεγεν ὡς οὗτος βασιλεὺς ἐπὶ τὸν τῶν Αἰγυπτίων ἔλθοι βασιλέα ἱερέα ὄντα τοῦ Ἡφαίστου, πολιορκῶν δὲ τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν ἐξ αἰτίας τοιαύτης· ηὔξατο βασιλεὺς τῶν Αἰγυπτίων τῷ θεῷ, γενόμενος ἐπήκοος θεὸς πληγὴν ἐνσκήπτει τῷ Ἄραβι·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.13 Joseph. AJ 10.17 (English) >>Joseph. AJ 10.21

Powered by PhiloLogic